The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πατρῷʼ ἀπαιτεῖ σκῆπτρα καὶ μέρη χθονός.
  2. ἐγὼ δʼ ἔριν λύουσʼ ὑπόσπονδον μολεῖν
  3. ἔπεισα παιδὶ παῖδα πρὶν ψαῦσαι δορός.
  4. ἥξειν δʼ ὁ πεμφθείς φησιν αὐτὸν ἄγγελος.
  5. ἀλλʼ, ὦ φαεννὰς οὐρανοῦ ναίων πτυχὰς
  6. Ζεῦ, σῶσον ἡμᾶς, δὸς δὲ σύμβασιν τέκνοις.
  7. χρὴ δʼ, εἰ σοφὸς πέφυκας, οὐκ ἐᾶν βροτὸν
  8. τὸν αὐτὸν αἰεὶ δυστυχῆ καθεστάναι.
Παιδαγωγός
  1. ὦ κλεινὸν οἴκοις Ἀντιγόνη θάλος πατρί,
  2. ἐπεί σε μήτηρ παρθενῶνας ἐκλιπεῖν
  3. μεθῆκε μελάθρων ἐς διῆρες ἔσχατον
  4. στράτευμʼ ἰδεῖν Ἀργεῖον ἱκεσίαισι σαῖς,
  5. ἐπίσχες, ὡς ἂν προυξερευνήσω στίβον,
  6. μή τις πολιτῶν ἐν τρίβῳ φαντάζεται,
  7. κἀμοὶ μὲν ἔλθῃ φαῦλος ὡς δούλῳ ψόγος,
  8. σοὶ δʼ ὡς ἀνάσσῃ· πάντα δʼ ἐξειδὼς φράσω
  9. ἅ τʼ εἶδον εἰσήκουσά τʼ Ἀργείων πάρα,
  10. σπονδὰς ὅτʼ ἦλθον σῷ κασιγνήτῳ φέρων
  11. ἐνθένδʼ ἐκεῖσε, δεῦρό τʼ αὖ κείνων πάρα.
  12. ἀλλʼ οὔτις ἀστῶν τοῖσδε χρίμπτεται δόμοις,