The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ὁ πάντʼ ἀνατλὰς Οἰδίπους παθήματα
  2. ἐς ὄμμαθʼ αὑτοῦ δεινὸν ἐμβάλλει φόνον,
  3. χρυσηλάτοις πόρπαισιν αἱμάξας κόρας.
  4. ἐπεὶ δὲ τέκνων γένυς ἐμῶν σκιάζεται,
  5. κλῄθροις ἔκρυψαν πατέρʼ, ἵνʼ ἀμνήμων τύχη
  6. γένοιτο πολλῶν δεομένη σοφισμάτων·
  7. ζῶν δʼ ἔστʼ ἐν οἴκοις. πρὸς δὲ τῆς τύχης νοσῶν
  8. ἀρὰς ἀρᾶται παισὶν ἀνοσιωτάτας,
  9. θηκτῷ σιδήρῳ δῶμα διαλαχεῖν τόδε.
  10. τὼ δʼ ἐς φόβον πεσόντε, μὴ τελεσφόρους
  11. εὐχὰς θεοὶ κραίνωσιν οἰκούντων ὁμοῦ,
  12. ξυμβάντʼ ἔταξαν τὸν νεώτερον πάρος
  13. φεύγειν ἑκόντα τήνδε Πολυνείκη χθόνα,
  14. Ἐτεοκλέα δὲ σκῆπτρʼ ἔχειν μένοντα γῆς,
  15. ἐνιαυτὸν ἀλλάσσοντε. ἐπεὶ δʼ ἐπὶ ζυγοῖς
  16. καθέζετʼ ἀρχῆς, οὐ μεθίσταται θρόνων,
  17. φυγάδα δʼ ἀπωθεῖ τῆσδε Πολυνείκη χθονός.
  18. ὃ δʼ Ἄργος ἐλθών, κῆδος Ἀδράστου λαβών,
  19. πολλὴν ἀθροίσας ἀσπίδʼ Ἀργείων ἄγει·
  20. ἐπʼ αὐτὰ δʼ ἐλθὼν ἑπτάπυλα τείχη τάδε,