The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κέδρου παλαιὰν κλίμακʼ ἐκπέρα ποδί·
- σκόπει δὲ πεδία καὶ παρʼ Ἰσμηνοῦ ῥοὰς
- Δίρκης τε νᾶμα πολεμίων στράτευμʼ ὅσον.
- ὄρεγέ νυν ὄρεγε γεραιὰν νέᾳ
- χεῖρʼ ἀπὸ κλιμάκων
- ποδὸς ἴχνος ἐπαντέλλων.
- ἰδοὺ ξύναψον, παρθένʼ· ἐς καιρὸν δʼ ἔβης·
- κινούμενον γὰρ τυγχάνει Πελασγικὸν
- στράτευμα, χωρίζουσι δʼ ἀλλήλων λόχους.
- ἰὼ πότνια παῖ
- Λατοῦς Ἑκάτα, κατάχαλκον ἅπαν
- πεδίον ἀστράπτει.
- οὐ γάρ τι φαύλως ἦλθε Πολυνείκης χθόνα,
- πολλοῖς μὲν ἵπποις, μυρίοις δʼ ὅπλοις βρέμων.
- ἆρα πύλαι κλῄθροις — χαλκόδετʼ ἆρʼ ἔμβολα
- λαϊνέοισιν Ἀμφίονος ὀργάνοις
- τείχεος ἥρμοσται;
- θάρσει· τά γʼ ἔνδον ἀσφαλῶς ἔχει πόλις.
- ἀλλʼ εἰσόρα τὸν πρῶτον, εἰ βούλῃ μαθεῖν.
- τίς οὗτος ὁ λευκολόφας,