The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πόλει δὲ καὶ σοὶ ταῦτʼ ἐπισκήπτω, Κρέον·
  2. ἤνπερ κρατήσῃ τἀμά, Πολυνείκους νέκυν
  3. μήποτε ταφῆναι τῇδε Θηβαίᾳ χθονί,
  4. θνῄσκειν δὲ τὸν θάψαντα, κἂν φίλων τις ᾖ.
  5. σοὶ μὲν τάδʼ εἶπον· προσπόλοις δʼ ἐμοῖς λέγω·
  6. ἐκφέρετε τεύχη πάνοπλά τʼ ἀμφιβλήματα,
  7. ὡς εἰς ἀγῶνα τὸν προκείμενον δορὸς
  8. ὁρμώμεθʼ ἤδη ξὺν δίκῃ νικηφόρῳ.
  9. τῇ δʼ Εὐλαβείᾳ, χρησιμωτάτῃ θεῶν,
  10. προσευχόμεσθα τήνδε διασῷσαι πόλιν.
Χορός
  1. ὦ πολύμοχθος Ἄρης, τί ποθʼ αἵματι
  2. καὶ θανάτῳ κατέχῃ Βρομίου παράμουσος ἑορταῖς;
  3. οὐκ ἐπὶ καλλιχόροις στεφάνοισι νεάνιδος ὥρας
  4. βόστρυχον ἀμπετάσας λωτοῦ κατὰ πνεύματα μέλπῃ
  5. μοῦσαν, ἐν ᾇ χάριτες χοροποιοί,
  6. ἀλλὰ σὺν ὁπλοφόροις στρατὸν Ἀργείων ἐπιπνεύσας
  7. αἵματι Θήβας
  8. κῶμον ἀναυλότατον προχορεύεις.
  9. οὐδʼ ὑπὸ θυρσομανεῖ νεβρίδων μέτα δίνᾳ,
  10. ἅρμασι καὶ ψαλίων τετραβάμοσι μωνυχοπώλων