The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καί μοι γένοιτʼ ἀδελφὸν ἀντήρη λαβεῖν
- καὶ ξυσταθέντα διὰ μάχης ἑλεῖν δορί.
- κτανεῖν θʼ, ὃς ἦλθε πατρίδα πορθήσων ἐμήν.
- γάμους δʼ ἀδελφῆς Ἀντιγόνης παιδός τε σοῦ
- Αἵμονος, ἐάν τι τῆς τύχης ἐγὼ σφαλῶ,
- σοὶ χρὴ μέλεσθαι· τὴν δόσιν δʼ ἐχέγγυον
- τὴν πρόσθε ποιῶ νῦν ἐπʼ ἐξόδοις ἐμαῖς.
- μητρὸς δʼ ἀδελφὸς εἶ· τί δεῖ μακρηγορεῖν;
- τρέφʼ ἀξίως νιν σοῦ τε τήν τʼ ἐμὴν χάριν.
- πατὴρ δʼ ἐς αὑτὸν ἀμαθίαν ὀφλισκάνει,
- ὄψιν τυφλώσας· οὐκ ἄγαν σφʼ ἐπῄνεσα·
- ἡμᾶς δʼ ἀραῖσιν, ἢν τύχῃ, κατακτενεῖ.
- ἓν δʼ ἐστὶν ἡμῖν ἀργόν, εἴ τι θέσφατον
- οἰωνόμαντις Τειρεσίας ἔχει φράσαι,
- τοῦδʼ ἐκπυθέσθαι ταῦτʼ· ἐγὼ δὲ παῖδα σὸν
- Μενοικέα, σοῦ πατρὸς αὐτεπώνυμον,
- λαβόντα πέμψω δεῦρο Τειρεσίαν, Κρέον·
- σοὶ μὲν γὰρ ἡδὺς ἐς λόγους ἀφίξεται,
- ἐγὼ δὲ τέχνην μαντικὴν ἐμεμψάμην
- ἤδη πρὸς αὐτόν, ὥστε μοι μομφὰς ἔχειν.