The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τί δῆτα δράσω; πολεμίοισι δῶ πόλιν;
Κρέων
  1. μὴ δῆτα· βουλεύου δʼ, ἐπείπερ εἶ σοφός.
Ἐτεοκλῆς
  1. τίς οὖν πρόνοια γίγνεται σοφωτέρα;
Κρέων
  1. ἕπτʼ ἄνδρας αὐτοῖς φασιν, ὡς ἤκουσʼ ἐγώ —
Ἐτεοκλῆς
  1. τί προστετάχθαι δρᾶν; τὸ γὰρ σθένος βραχύ.
Κρέων
  1. λόχων ἀνάσσειν ἑπτὰ προσκεῖσθαι πύλαις.
Ἐτεοκλῆς
  1. τί δῆτα δρῶμεν; ἀπορίαν γὰρ οὐ μενῶ.
Κρέων
  1. ἕπτʼ ἄνδρας αὐτοῖς καὶ σὺ πρὸς πύλαις ἑλοῦ.
Ἐτεοκλῆς
  1. λόχων ἀνάσσειν ἢ μονοστόλου δορός;
Κρέων
  1. λόχων, προκρίνας οἵπερ ἀλκιμώτατοι.
Ἐτεοκλῆς
  1. ξυνῆκʼ· ἀμύνειν τειχέων προσαμβάσεις.
Κρέων
  1. καὶ ξυστρατήγους γʼ· εἷς δʼ ἀνὴρ οὐ πάνθʼ ὁρᾷ.
Ἐτεοκλῆς
  1. θάρσει προκρίνας ἢ φρενῶν εὐβουλίᾳ;
Κρέων
  1. ἀμφότερον· ἀπολειφθὲν γὰρ οὐδὲν θάτερον.
Ἐτεοκλῆς
  1. ἔσται τάδʼ· ἐλθὼν ἑπτάπυργον ἐς πόλιν
  2. τάξω λοχαγοὺς πρὸς πύλαισιν, ὡς λέγεις,
  3. ἴσους ἴσοισι πολεμίοισιν ἀντιθείς.
  4. ὄνομα δʼ ἑκάστου διατριβὴ πολλὴ λέγειν,
  5. ἐχθρῶν ὑπʼ αὐτοῖς τείχεσιν καθημένων.
  6. ἀλλʼ εἶμʼ, ὅπως ἂν μὴ καταργῶμεν χέρα.