The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐκτὸς τάφρων τῶνδʼ, ὡς μαχουμένους τάχα.
Κρέων
  1. σμικρὸν τὸ πλῆθος τῆσδε γῆς, οἳ δʼ ἄφθονοι.
Ἐτεοκλῆς
  1. ἐγᾦδα κείνους τοῖς λόγοις ὄντας θρασεῖς.
Κρέων
  1. ἔχει τινʼ ὄγκον τἄργος Ἑλλήνων πάρα.
Ἐτεοκλῆς
  1. θάρσει· τάχʼ αὐτῶν πεδίον ἐμπλήσω φόνου.
Κρέων
  1. θέλοιμʼ ἄν· ἀλλὰ τοῦθʼ ὁρῶ πολλοῦ πόνου.
Ἐτεοκλῆς
  1. ὡς οὐ καθέξω τειχέων ἔσω στρατόν.
Κρέων
  1. καὶ μὴν τὸ νικᾶν ἐστι πᾶν εὐβουλία.
Ἐτεοκλῆς
  1. βούλῃ τράπωμαι δῆθʼ ὁδοὺς ἄλλας τινάς;
Κρέων
  1. πάσας γε, πρὶν κίνδυνον εἰς ἅπαξ μολεῖν.
Ἐτεοκλῆς
  1. εἰ νυκτὸς αὐτοῖς προσβάλοιμεν ἐκ λόχου;
Κρέων
  1. εἴπερ σφαλείς γε δεῦρο σωθήσῃ πάλιν.
Ἐτεοκλῆς
  1. ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.
Κρέων
  1. ἐνδυστυχῆσαι δεινὸν εὐφρόνης κνέφας.
Ἐτεοκλῆς
  1. ἀλλʼ ἀμφὶ δεῖπνον οὖσι προσβάλω δόρυ;
Κρέων
  1. ἔκπληξις ἂν γένοιτο· νικῆσαι δὲ δεῖ.
Ἐτεοκλῆς
  1. βαθύς γέ τοι Διρκαῖος ἀναχωρεῖν πόρος.
Κρέων
  1. ἅπαν κάκιον τοῦ φυλάσσεσθαι καλῶς.
Ἐτεοκλῆς
  1. τί δʼ, εἰ καθιππεύσαιμεν Ἀργείων στρατόν;
Κρέων
  1. κἀκεῖ πέφρακται λαὸς ἅρμασιν πέριξ.