The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- πρὶν ἐς μάχην τε καὶ δορὸς τάξιν μολεῖν.
- καίτοι ποδῶν σῶν μόχθον ἐκλύει παρών·
- ὁρῶ γὰρ αὐτὸν πρὸς δόμους στείχοντʼ ἐμούς.
- ἦ πόλλʼ ἐπῆλθον εἰσιδεῖν χρῄζων σʼ, ἄναξ
- Ἐτεόκλεες, πέριξ δὲ Καδμείων πύλας
- φυλακάς τʼ ἐπῆλθον σὸν δέμας θηρώμενος.
- καὶ μὴν ἐγὼ σʼ ἔχρῃζον εἰσιδεῖν, Κρέον·
- πολλῷ γὰρ ηὗρον ἐνδεεῖς διαλλαγάς
- ὡς ἐς λόγους συνῆψα Πολυνείκει μολών.
- ἤκουσα μεῖζον αὐτὸν ἢ Θήβας φρονεῖν,
- κήδει τʼ Ἀδράστου καὶ στρατῷ πεποιθότα.
- ἀλλʼ ἐς θεοὺς χρὴ ταῦτʼ ἀναρτήσαντʼ ἔχειν·
- ἃ δʼ ἐμποδὼν μάλιστα, ταῦθʼ ἥκω φράσων.
- τὰ ποῖα ταῦτα; τὸν λόγον γὰρ ἀγνοῶ.
- ἥκει τις αἰχμάλωτος Ἀργείων πάρα.
- λέγει δὲ δὴ τί τῶν ἐκεῖ νεώτερον;
- μέλλειν πέριξ πύργοισι Καδμείων πόλιν
- ὅπλοις ἑλίξειν αὐτίκʼ Ἀργείων στρατόν.
- ἐξοιστέον τἄρʼ ὅπλα Καδμείων πόλει.
- ποῖ; μῶν νεάζων οὐχ ὁρᾷς ἃ χρή σʼ ὁρᾶν;