The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- αἵματος δʼ ἔδευσε γαῖαν, ἅ νιν εὐηλίοισι
- δεῖξεν αἰθέρος πνοαῖς.
- καὶ σέ, τὸν προμάτορος
- Ἰοῦς ποτʼ ἔκγονον
- Ἔπαφον, ὦ Διὸς γένεθλον,
- ἐκάλεσʼ ἐκάλεσα βαρβάρῳ βοᾷ,
- ἰώ, βαρβάροις λιταῖς·
- βᾶθι βᾶθι τάνδε γᾶν·
- — σοί νιν ἔκγονοι κτίσαν
- καὶ διώνυμοι θεαί,
- Περσέφασσα καὶ φίλα
- Δαμάτηρ θεά,
- πάντων ἄνασσα, πάντων δὲ Γᾶ τροφός,
- κτήσαντο — πέμπε πυρφόρους
- θεάς, ἄμυνε τᾷδε γᾷ·
- πάντα δʼ εὐπετῆ θεοῖς.
- χώρει σὺ καὶ κόμιζε τὸν Μενοικέως
- Κρέοντʼ, ἀδελφὸν μητρὸς Ἰοκάστης ἐμῆς,
- λέγων τάδʼ, ὡς οἰκεῖα καὶ κοινὰ χθονὸς
- θέλω πρὸς αὐτὸν συμβαλεῖν βουλεύματα,