The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- κατασκίοισιν ὀλβίσας ἐνώτισεν,
- Βάκχιον χόρευμα παρθένοισι Θηβαΐαισι
- καὶ γυναιξὶν εὐίοις.
- ἔνθα φόνιος ἦν δράκων
- Ἄρεος ὠμόφρων φύλαξ
- νάματʼ ἔνυδρα καὶ ῥέεθρα
- χλοερὰ δεργμάτων κόραισι
- πολυπλάνοις ἐπισκοπῶν·
- ὃν ἐπὶ χέρνιβας μολὼν
- Κάδμος ὄλεσε μαρμάρῳ·
- κρᾶτα φόνιον ὀλεσίθηρος
- ὠλένας δικὼν βολαῖς,
- δίας ἀμάτορος δʼ
- ἐς βαθυσπόρους γύας
- γαπετεῖς δικὼν ὀδόν-
- τας Παλλάδος φραδαῖσιν·
- ἔνθεν ἐξανῆκε γᾶ
- πάνοπλον ὄψιν ὑπὲρ ἄκρων
- ὅρων χθονός· σιδαρόφρων
- δέ νιν φόνος πάλιν ξυνῆψε γᾷ φίλᾳ.