The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐλπίδες δʼ οὔπω καθεύδουσʼ, αἷς πέποιθα σὺν θεοῖς
- τόνδʼ ἀποκτείνας κρατήσειν τῆσδε Θηβαίας χθονός.
- ἔξιθʼ ἐκ χώρας· ἀληθῶς δʼ ὄνομα Πολυνείκη πατὴρ
- ἔθετό σοι θείᾳ προνοίᾳ νεικέων ἐπώνυμον.
- Κάδμος ἔμολε τάνδε γᾶν
- Τύριος, ᾧ τετρασκελὴς
- μόσχος ἀδάματον πέσημα
- δίκε τελεσφόρον διδοῦσα
- χρησμόν, οὗ κατοικίσαι
- πεδία νιν τὸ θέσφατον
- πυροφόρα δόμων ἔχρη,
- καλλιπόταμος ὕδατος ἵνα τε
- νοτὶς ἐπέρχεται γύας,
- Δίρκας χλοηφόρους
- καὶ βαθυσπόρους γύας·
- Βρόμιον ἔνθα τέκετο μά-
- τηρ Διὸς γάμοισι,
- κισσὸς ὃν περιστεφὴς
- ἕλικος εὐθὺς ἔτι βρέφος
- χλοηφόροισιν ἔρνεσιν