The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀλλʼ οὐ πατρίδος, ὡς σύ, πολέμιος.
Πολυνείκης
  1. ὅς μʼ ἄμοιρον ἐξελαύνεις.
Ἐτεοκλῆς
  1. καὶ κατακτενῶ γε πρός.
Πολυνείκης
  1. ὦ πάτερ, κλύεις ἃ πάσχω;
Ἐτεοκλῆς
  1. καὶ γὰρ οἷα δρᾷς κλύει.
Πολυνείκης
  1. καὶ σύ, μῆτερ;
Ἐτεοκλῆς
  1. ἀθέμιτόν σοι μητρὸς ὀνομάζειν κάρα.
Πολυνείκης
  1. ὦ πόλις.
Ἐτεοκλῆς
  1. μολὼν ἐς Ἄργος ἀνακάλει Λέρνης ὕδωρ.
Πολυνείκης
  1. εἶμι, μὴ πόνει· σὲ δʼ αἰνῶ, μῆτερ.
Ἐτεοκλῆς
  1. ἔξιθι χθονός.
Πολυνείκης
  1. ἔξιμεν· πατέρα δέ μοι δὸς εἰσιδεῖν.
Ἐτεοκλῆς
  1. οὐκ ἂν τύχοις.
Πολυνείκης
  1. ἀλλὰ παρθένους ἀδελφάς.
Ἐτεοκλῆς
  1. οὐδὲ τάσδʼ ὄψῃ ποτέ.
Πολυνείκης
  1. ὦ κασίγνηται.
Ἐτεοκλῆς
  1. τί ταύτας ἀνακαλεῖς ἔχθιστος ὤν;
Πολυνείκης
  1. μῆτερ, ἀλλά μοι σὺ χαῖρε.
Ἰοκάστη
  1. χαρτὰ γοῦν πάσχω, τέκνον.
Πολυνείκης
  1. οὐκέτʼ εἰμὶ παῖς σός.