The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐγγύς, οὐ πρόσω βέβηκεν· ἐς χέρας λεύσσεις ἐμάς;
Πολυνείκης
  1. εἰσορῶ· δειλὸν δʼ ὁ πλοῦτος καὶ φιλόψυχον κακόν.
Ἐτεοκλῆς
  1. κᾆτα σὺν πολλοῖσιν ἦλθες πρὸς τὸν οὐδὲν ἐς μάχην;
Πολυνείκης
  1. ἀσφαλὴς γάρ ἐστʼ ἀμείνων ἢ θρασὺς στρατηλάτης.
Ἐτεοκλῆς
  1. κομπὸς εἶ σπονδαῖς πεποιθώς, αἵ σε σῴζουσιν θανεῖν.
Πολυνείκης
  1. καὶ σέ· δεύτερον δʼ ἀπαιτῶ σκῆπτρα καὶ μέρη χθονός.
Ἐτεοκλῆς
  1. οὐκ ἀπαιτούμεσθʼ· ἐγὼ γὰρ τὸν ἐμὸν οἰκήσω δόμον.
Πολυνείκης
  1. τοῦ μέρους ἔχων τὸ πλεῖον;
Ἐτεοκλῆς
  1. φήμʼ· ἀπαλλάσσου δὲ γῆς.
Πολυνείκης
  1. ὦ θεῶν βωμοὶ πατρῴων —
Ἐτεοκλῆς
  1. οὓς σὺ πορθήσων πάρει.
Πολυνείκης
  1. κλύετέ μου —
Ἐτεοκλῆς
  1. τίς δʼ ἂν κλύοι σου πατρίδʼ ἐπεστρατευμένου;
Πολυνείκης
  1. καὶ θεῶν τῶν λευκοπώλων δώματα —
Ἐτεοκλῆς
  1. οἳ στυγοῦσί σε.
Πολυνείκης
  1. ἐξελαυνόμεσθα πατρίδος —
Ἐτεοκλῆς
  1. καὶ γὰρ ἦλθες ἐξελῶν.
Πολυνείκης
  1. ἀδικίᾳ γʼ, ὦ θεοί.
Ἐτεοκλῆς
  1. Μυκήναις, μὴ ʼνθάδʼ ἀνακάλει θεούς.
Πολυνείκης
  1. ἀνόσιος πέφυκας —