The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὦ ξένε, τυράννοις ἐκποδὼν μεθίστασο.
- ὃ δʼ εἷρπʼ ἄναυδος, μέγα φρονῶν. πῶλοι δέ νιν
- χηλαῖς τένοντας ἐξεφοίνισσον ποδῶν.
- ὅθεν — τί τἀκτὸς τῶν κακῶν με δεῖ λέγειν; —
- παῖς πατέρα καίνει καὶ λαβὼν ὀχήματα
- Πολύβῳ τροφεῖ δίδωσιν. ὡς δʼ ἐπεζάρει
- Σφὶγξ ἁρπαγαῖσι πόλιν ἐμός τʼ οὐκ ἦν πόσις,
- Κρέων ἀδελφὸς τἀμὰ κηρύσσει λέχη,
- ὅστις σοφῆς αἴνιγμα παρθένου μάθοι,
- τούτῳ ξυνάψειν λέκτρα. τυγχάνει δέ πως
- μούσας ἐμὸς παῖς Οἰδίπους Σφιγγὸς μαθών·
- ὅθεν τύραννος τῆσδε γῆς καθίσταται
- καὶ σκῆπτρʼ ἔπαθλα τῆσδε λαμβάνει χθονός.
- γαμεῖ δὲ τὴν τεκοῦσαν οὐκ εἰδὼς τάλας
- οὐδʼ ἡ τεκοῦσα παιδὶ συγκοιμωμένη.
- τίκτω δὲ παῖδας παιδὶ δύο μὲν ἄρσενας,
- Ἐτεοκλέα κλεινήν τε Πολυνείκους βίαν,
- κόρας τε δισσάς· τὴν μὲν Ἰσμήνην πατὴρ
- ὠνόμασε, τὴν δὲ πρόσθεν Ἀντιγόνην ἐγώ.
- μαθὼν δὲ τἀμὰ λέκτρα μητρῴων γάμων