The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. Ἰσότητα τιμᾶν, ἣ φίλους ἀεὶ φίλοις
  2. πόλεις τε πόλεσι συμμάχους τε συμμάχοις
  3. συνδεῖ· τὸ γὰρ ἴσον μόνιμον ἀνθρώποις ἔφυ,
  4. τῷ πλέονι δʼ αἰεὶ πολέμιον καθίσταται
  5. τοὔλασσον ἐχθρᾶς θʼ ἡμέρας κατάρχεται.
  6. καὶ γὰρ μέτρʼ ἀνθρώποισι καὶ μέρη σταθμῶν
  7. Ἰσότης ἔταξε κἀριθμὸν διώρισε,
  8. νυκτός τʼ ἀφεγγὲς βλέφαρον ἡλίου τε φῶς
  9. ἴσον βαδίζει τὸν ἐνιαύσιον κύκλον,
  10. κοὐδέτερον αὐτῶν φθόνον ἔχει νικώμενον.
  11. εἶθʼ ἥλιος μὲν νύξ τε δουλεύει βροτοῖς
  12. σὺ δʼ οὐκ ἀνέξῃ δωμάτων ἔχων ἴσον
  13. καὶ τῷδε νεῖμαι; κᾆτα ποῦ ʼστιν ἡ δίκη;
  14. τί τὴν τυραννίδʼ, ἀδικίαν εὐδαίμονα,
  15. τιμᾷς ὑπέρφευ καὶ μέγʼ ἥγησαι τόδε;
  16. περιβλέπεσθαι τίμιον; κενὸν μὲν οὖν.
  17. ἢ πολλὰ μοχθεῖν πόλλʼ ἔχων ἐν δώμασι
  18. βούλῃ; τί δʼ ἔστι τὸ πλέον; ὄνομʼ ἔχει μόνον·
  19. ἐπεὶ τά γʼ ἀρκοῦνθʼ ἱκανὰ τοῖς γε σώφροσιν.
  20. οὔτοι τὰ χρήματʼ ἴδια κέκτηνται βροτοί,