The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τὰ τῶν θεῶν δʼ ἔχοντες ἐπιμελούμεθα·
  2. ὅταν δὲ χρῄζωσʼ, αὔτʼ ἀφαιροῦνται πάλιν.
  3. ὁ δʼ ὄλβος οὐ βέβαιος, ἀλλʼ ἐφήμερος.
  4. ἄγʼ, ἤν σʼ ἔρωμαι δύο λόγω προθεῖσʼ ἅμα,
  5. πότερα τυραννεῖν ἢ πόλιν σῷσαι θέλεις,
  6. ἐρεῖς τυραννεῖν; ἢν δὲ νικήσῃ σʼ ὅδε;
  7. Ἀργεῖά τʼ ἔγχη δόρυ τὸ Καδμείων ἕλῃ,
  8. ὄψῃ δαμασθὲν ἄστυ Θηβαῖον τόδε,
  9. ὄψῃ δὲ πολλὰς αἰχμαλωτίδας κόρας
  10. βίᾳ πρὸς ἀνδρῶν πολεμίων πορθουμένας.
  11. ὀδυνηρὸς ἆρʼ ὁ πλοῦτος, ὃν ζητεῖς ἔχειν,
  12. γενήσεται Θήβαισι, φιλότιμος δὲ σύ.
  13. σοὶ μὲν τάδʼ αὐδῶ. σοὶ δέ, Πολύνεικες, λέγω·
  14. ἀμαθεῖς Ἄδραστος χάριτας ἔς σʼ ἀνήψατο,
  15. ἀσύνετα δʼ ἦλθες καὶ σὺ πορθήσων πόλιν.
  16. φέρʼ, ἢν ἕλῃς γῆν τήνδʼ — ὃ μὴ τύχοι ποτέ —
  17. πρὸς θεῶν, τρόπαια πῶς ἀναστήσεις Διί;
  18. πῶς δʼ αὖ κατάρξῃ θυμάτων, ἑλὼν πάτραν,
  19. καὶ σκῦλα γράψεις πῶς ἐπʼ Ἰνάχου ῥοαῖς;
  20. Θήβας πυρώσας τάσδε Πολυνείκης θεοῖς