The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μῆτερ, ποιεῖσθαι· πᾶν γὰρ ἐξαιρεῖ λόγος
- ὃ καὶ σίδηρος πολεμίων δράσειεν ἄν.
- ἀλλʼ, εἰ μὲν ἄλλως τήνδε γῆν οἰκεῖν θέλει,
- ἔξεστʼ· ἐκεῖνο δʼ οὐχ ἑκὼν μεθήσομαι.
- ἄρχειν παρόν μοι, τῷδε δουλεύσω ποτέ;
- πρὸς ταῦτʼ ἴτω μὲν πῦρ, ἴτω δὲ φάσγανα,
- ζεύγνυσθε δʼ ἵππους, πεδία πίμπλαθʼ ἁρμάτων,
- ὡς οὐ παρήσω τῷδʼ ἐμὴν τυραννίδα.
- εἴπερ γὰρ ἀδικεῖν χρή, τυραννίδος πέρι
- κάλλιστον ἀδικεῖν, τἄλλα δʼ εὐσεβεῖν χρεών.
- οὐκ εὖ λέγειν χρὴ μὴ ʼπὶ τοῖς ἔργοις καλοῖς·
- οὐ γὰρ καλὸν τοῦτʼ, ἀλλὰ τῇ δίκῃ πικρόν.
- ὦ τέκνον, οὐχ ἅπαντα τῷ γήρᾳ κακά,
- Ἐτεόκλεες, πρόσεστιν· ἀλλʼ ἡμπειρία
- ἔχει τι λέξαι τῶν νέων σοφώτερον.
- τί τῆς κακίστης δαιμόνων ἐφίεσαι
- Φιλοτιμίας, παῖ; μὴ σύ γʼ· ἄδικος ἡ θεός·
- πολλοὺς δʼ ἐς οἴκους καὶ πόλεις εὐδαίμονας
- ἐσῆλθε κἀξῆλθʼ ἐπʼ ὀλέθρῳ τῶν χρωμένων·
- ἐφʼ ᾗ σὺ μαίνῃ. κεῖνο κάλλιον, τέκνον,