The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ τοῖσι φαύλοις ἔνδιχʼ, ὡς ἐμοὶ δοκεῖ.
- ἐμοὶ μέν, εἰ καὶ μὴ καθʼ Ἑλλήνων χθόνα
- τεθράμμεθʼ, ἀλλʼ οὖν ξυνετά μοι δοκεῖς λέγειν.
- εἰ πᾶσι ταὐτὸν καλὸν ἔφυ σοφόν θʼ ἅμα,
- οὐκ ἦν ἂν ἀμφίλεκτος ἀνθρώποις ἔρις·
- νῦν δʼ οὔθʼ ὅμοιον οὐδὲν οὔτʼ ἴσον βροτοῖς,
- πλὴν ὀνόμασαι· τὸ δʼ ἔργον οὐκ ἔστιν τόδε.
- ἐγὼ γὰρ οὐδέν, μῆτερ, ἀποκρύψας ἐρῶ·
- ἄστρων ἂν ἔλθοιμʼ ἡλίου πρὸς ἀντολὰς
- καὶ γῆς ἔνερθεν, δυνατὸς ὢν δρᾶσαι τάδε,
- τὴν θεῶν μεγίστην ὥστʼ ἔχειν Τυραννίδα.
- τοῦτʼ οὖν τὸ χρηστόν, μῆτερ, οὐχὶ βούλομαι
- ἄλλῳ παρεῖναι μᾶλλον ἢ σῴζειν ἐμοί·
- ἀνανδρία γάρ, τὸ πλέον ὅστις ἀπολέσας
- τοὔλασσον ἔλαβε. πρὸς δὲ τοῖσδʼ αἰσχύνομαι,
- ἐλθόντα σὺν ὅπλοις τόνδε καὶ πορθοῦντα γῆν
- τυχεῖν ἃ χρῄζει· ταῖς γὰρ ἂν Θήβαις τόδε
- γένοιτʼ ὄνειδος, εἰ Μυκηναίου δορὸς
- φόβῳ παρείην σκῆπτρα τἀμὰ τῷδʼ ἔχειν.
- χρῆν δʼ αὐτὸν οὐχ ὅπλοισι τὰς διαλλαγάς,