The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐξῆλθον ἔξω τῆσδʼ ἑκὼν αὐτὸς χθονός,
  2. δοὺς τῷδʼ ἀνάσσειν πατρίδος ἐνιαυτοῦ κύκλον,
  3. ὥστʼ αὐτὸς ἄρχειν αὖθις ἀνὰ μέρος λαβὼν
  4. καὶ μὴ διʼ ἔχθρας τῷδε καὶ φθόνου μολὼν
  5. κακόν τι δρᾶσαι καὶ παθεῖν, ἃ γίγνεται.
  6. ὃ δʼ αἰνέσας ταῦθʼ ὁρκίους τε δοὺς θεούς,
  7. ἔδρασεν οὐδὲν ὧν ὑπέσχετʼ, ἀλλʼ ἔχει
  8. τυραννίδʼ αὐτὸς καὶ δόμων ἐμῶν μέρος.
  9. καὶ νῦν ἕτοιμός εἰμι τἀμαυτοῦ λαβὼν
  10. στρατὸν μὲν ἔξω τῆσδʼ ἀποστεῖλαι χθονός,
  11. οἰκεῖν δὲ τὸν ἐμὸν οἶκον ἀνὰ μέρος λαβὼν
  12. καὶ τῷδʼ ἀφεῖναι τὸν ἴσον αὖθις αὖ χρόνον,
  13. καὶ μήτε πορθεῖν πατρίδα μήτε προσφέρειν
  14. πύργοισι πηκτῶν κλιμάκων προσαμβάσεις,
  15. ἃ μὴ κυρήσας τῆς δίκης πειράσομαι
  16. δρᾶν. μάρτυρας δὲ τῶνδε δαίμονας καλῶ,
  17. ὡς πάντα πράσσων σὺν δίκῃ, δίκης ἄτερ
  18. ἀποστεροῦμαι πατρίδος ἀνοσιώτατα.
  19. ταῦτʼ αὔθʼ ἕκαστα, μῆτερ, οὐχὶ περιπλοκὰς
  20. λόγων ἀθροίσας εἶπον, ἀλλὰ καὶ σοφοῖς