The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Γοργόνος, ἀδελφὸν δʼ εἰσορᾷς ἥκοντα σόν.
- σύ τʼ αὖ πρόσωπον πρὸς κασίγνητον στρέφε,
- Πολύνεικες· ἐς γὰρ ταὐτὸν ὄμμασιν βλέπων
- λέξεις τʼ ἄμεινον τοῦδέ τʼ ἐνδέξῃ λόγους.
- παραινέσαι δὲ σφῷν τι βούλομαι σοφόν·
- ὅταν φίλος τις ἀνδρὶ θυμωθεὶς φίλῳ
- ἐς ἓν συνελθὼν ὄμματʼ ὄμμασιν διδῷ,
- ἐφʼ οἷσιν ἥκει, ταῦτα χρὴ μόνον σκοπεῖν,
- κακῶν δὲ τῶν πρὶν μηδενὸς μνείαν ἔχειν.
- λόγος μὲν οὖν σὸς πρόσθε, Πολύνεικες τέκνον·
- σὺ γὰρ στράτευμα Δαναϊδῶν ἥκεις ἄγων,
- ἄδικα πεπονθώς, ὡς σὺ φῄς· κριτὴς δέ τις
- θεῶν γένοιτο καὶ διαλλακτὴς κακῶν.
- ἁπλοῦς ὁ μῦθος τῆς ἀληθείας ἔφυ,
- κοὐ ποικίλων δεῖ τἄνδιχʼ ἑρμηνευμάτων·
- ἔχει γὰρ αὐτὰ καιρόν· ὁ δʼ ἄδικος λόγος
- νοσῶν ἐν αὑτῷ φαρμάκων δεῖται σοφῶν.
- ἐγὼ δὲ πατρὸς δωμάτων προυσκεψάμην
- τοὐμόν τε καὶ τοῦδʼ, ἐκφυγεῖν χρῄζων ἀρὰς
- ἃς Οἰδίπους ἐφθέγξατʼ εἰς ἡμᾶς ποτε,