The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. μῆτερ, διαλλάξασαν ὁμογενεῖς φίλους
  2. παῦσαι πόνων με καὶ σὲ καὶ πᾶσαν πόλιν.
  3. πάλαι μὲν οὖν ὑμνηθέν, ἀλλʼ ὅμως ἐρῶ·
  4. τὰ χρήματʼ ἀνθρώποισι τιμιώτατα,
  5. δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχει.
  6. ἁγὼ μεθήκω δεῦρο μυρίαν ἄγων
  7. λόγχην· πένης γὰρ οὐδὲν εὐγενὴς ἀνήρ.
Χορός
  1. καὶ μὴν Ἐτεοκλῆς ἐς διαλλαγὰς ὅδε
  2. χωρεῖ· σὸν ἔργον, μῆτερ Ἰοκάστη, λέγειν
  3. τοιούσδε μύθους οἷς διαλλάξεις τέκνα.
Ἐτεοκλῆς
  1. μῆτερ, πάρειμι· τὴν χάριν δὲ σοὶ διδοὺς
  2. ἦλθον. τί χρὴ δρᾶν; ἀρχέτω δέ τις λόγου·
  3. ὡς ἀμφὶ τείχη καὶ ξυνωρίδας λόχων
  4. τάσσων ἐπέσχον πόλιν, ὅπως κλύοιμί σου
  5. κοινὰς βραβείας, αἷς ὑπόσπονδον μολεῖν
  6. τόνδʼ εἰσεδέξω τειχέων πείσασά με.
Ἰοκάστη
  1. ἐπίσχες· οὔτοι τὸ ταχὺ τὴν δίκην ἔχει,
  2. βραδεῖς δὲ μῦθοι πλεῖστον ἀνύουσιν σοφόν.
  3. σχάσον δὲ δεινὸν ὄμμα καὶ θυμοῦ πνοάς·
  4. οὐ γὰρ τὸ λαιμότμητον εἰσορᾷς κάρα