The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. κοίτας ματεύων, ᾗ φυγὰς πλανώμενος;
Πολυνείκης
  1. ἦν ταῦτα· κᾆτά γʼ ἦλθεν ἄλλος αὖ φυγάς.
Ἰοκάστη
  1. τίς οὗτος; ὡς ἄρʼ ἄθλιος κἀκεῖνος ἦν.
Πολυνείκης
  1. Τυδεύς, ὃν Οἰνέως φασὶν ἐκφῦναι πατρός.
Ἰοκάστη
  1. τί θηρσὶν ὑμᾶς δῆτʼ Ἄδραστος ᾔκασεν;
Πολυνείκης
  1. στρωμνῆς ἐς ἀλκὴν οὕνεκʼ ἤλθομεν πέρι.
Ἰοκάστη
  1. ἐνταῦθα Ταλαοῦ παῖς συνῆκε θέσφατα;
Πολυνείκης
  1. κἄδωκέ γʼ ἡμῖν δύο δυοῖν νεάνιδας.
Ἰοκάστη
  1. ἆρʼ εὐτυχεῖς οὖν τοῖς γάμοις ἢ δυστυχεῖς;
Πολυνείκης
  1. οὐ μεμπτὸς ἡμῖν ὁ γάμος ἐς τόδʼ ἡμέρας.
Ἰοκάστη
  1. πῶς δʼ ἐξέπεισας δεῦρό σοι σπέσθαι στρατόν;
Πολυνείκης
  1. δισσοῖς Ἄδραστος ὤμοσεν γαμβροῖς τόδε,
  2. Τυδεῖ τε κἀμοί· σύγγαμος γάρ ἐστʼ ἐμός·
  3. ἄμφω κατάξειν ἐς πάτραν, πρόσθεν δʼ ἐμέ.
  4. πολλοὶ δὲ Δαναῶν καὶ Μυκηναίων ἄκροι
  5. πάρεισι, λυπρὰν χάριν, ἀναγκαίαν δʼ, ἐμοὶ
  6. διδόντες· ἐπὶ γὰρ τὴν ἐμὴν στρατεύομαι
  7. πόλιν. θεοὺς δʼ ἐπώμοσʼ ὡς ἀκουσίως
  8. τοῖς φιλτάτοις ἑκοῦσιν ἠράμην δόρυ.
  9. ἀλλʼ ἐς σὲ τείνει τῶνδε διάλυσις κακῶν,