The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- αἱ δʼ ἐλπίδες βόσκουσι φυγάδας, ὡς λόγος.
- καλοῖς βλέπουσαί γʼ ὄμμασιν, μέλλουσι δέ.
- οὐδʼ ὁ χρόνος αὐτὰς διεσάφησʼ οὔσας κενάς;
- ἔχουσιν Ἀφροδίτην τινʼ ἡδεῖαν κακῶν.
- πόθεν δʼ ἐβόσκου, πρὶν γάμοις εὑρεῖν βίον;
- ποτὲ μὲν ἐπʼ ἦμαρ εἶχον, εἶτʼ οὐκ εἶχον ἄν.
- φίλοι δὲ πατρὸς καὶ ξένοι σʼ οὐκ ὠφέλουν;
- εὖ πρᾶσσε· τὰ φίλων δʼ οὐδέν, ἤν τι δυστυχῇς.
- οὐδʼ ηὑγένειά σʼ ἦρεν εἰς ὕψος μέγαν;
- κακὸν τὸ μὴ ἔχειν· τὸ γένος οὐκ ἔβοσκέ με.
- ἡ πατρίς, ὡς ἔοικε, φίλτατον βροτοῖς.
- οὐδʼ ὀνομάσαι δύναιʼ ἂν ὡς ἐστὶν φίλον.
- πῶς δʼ ἦλθες Ἄργος; τίνʼ ἐπίνοιαν ἔσχεθες;
- ἔχρησʼ Ἀδράστῳ Λοξίας χρησμόν τινα.
- ποῖον; τί τοῦτʼ ἔλεξας; οὐκ ἔχω μαθεῖν.
- κάπρῳ λέοντί θʼ ἁρμόσαι παίδων γάμους.
- καὶ σοὶ τί θηρῶν ὀνόματος μετῆν, τέκνον;
- οὐκ οἶδʼ· ὁ δαίμων μʼ ἐκάλεσεν πρὸς τὴν τύχην.
- σοφὸς γὰρ ὁ θεός· τίνι τρόπῳ δʼ ἔσχες λέχος;
- νὺξ ἦν, Ἀδράστου δʼ ἦλθον ἐς παραστάδας.