The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. καὶ πᾶς σὸς οἶκος βήσεται διʼ αἵματος.
  2. ὃ δʼ ἡδονῇ δοὺς ἔς τε βακχείαν πεσὼν
  3. ἔσπειρεν ἡμῖν παῖδα· καὶ σπείρας, βρέφος
  4. γνοὺς τἀμπλάκημα τοῦ θεοῦ τε τὴν φάτιν,
  5. λειμῶνʼ ἐς Ἥρας καὶ Κιθαιρῶνος λέπας
  6. δίδωσι βουκόλοισιν ἐκθεῖναι βρέφος,
  7. σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον·
  8. ὅθεν νιν Ἑλλὰς ὠνόμαζεν Οἰδίπουν.
  9. Πολύβου δέ νιν λαβόντες ἱπποβουκόλοι
  10. φέρουσʼ ἐς οἴκους ἔς τε δεσποίνης χέρας
  11. ἔθηκαν. ἣ δὲ τὸν ἐμὸν ὠδίνων πόνον
  12. μαστοῖς ὑφεῖτο καὶ πόσιν πείθει τεκεῖν.
  13. ἤδη δὲ πυρσαῖς γένυσιν ἐξανδρούμενος
  14. παῖς οὑμὸς ἢ γνοὺς ἤ τινος μαθὼν πάρα
  15. ἔστειχε τοὺς φύσαντας ἐκμαθεῖν θέλων
  16. πρὸς δῶμα Φοίβου, Λάιός θʼ, οὑμὸς πόσις,
  17. τὸν ἐκτεθέντα παῖδα μαστεύων μαθεῖν
  18. εἰ μηκέτʼ εἴη. καὶ ξυνάπτετον πόδα
  19. ἐς ταὐτὸν ἄμφω Φωκίδος σχιστῆς ὁδοῦ.
  20. καί νιν κελεύει Λαΐου τροχηλάτης·