The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τί γὰρ πατήρ μοι πρέσβυς ἐν δόμοισι δρᾷ,
  2. σκότον δεδορκώς; τί δὲ κασίγνηται δύο;
  3. ἦ που στένουσι τλήμονες φυγὰς ἐμάς;
Ἰοκάστη
  1. κακῶς θεῶν τις Οἰδίπου φθείρει γένος·
  2. οὕτω γὰρ ἤρξατʼ, ἄνομα μὲν τεκεῖν ἐμέ,
  3. κακῶς δὲ γῆμαι πατέρα σὸν φῦναί τε σέ.
  4. ἀτὰρ τί ταῦτα; δεῖ φέρειν τὰ τῶν θεῶν.
  5. ὅπως δʼ ἔρωμαι, μή τι σὴν δάκω φρένα,
  6. δέδοιχʼ, ἃ χρῄζω· διὰ πόθου δʼ ἐλήλυθα.
Πολυνείκης
  1. ἀλλʼ ἐξερώτα, μηδὲν ἐνδεὲς λίπῃς·
  2. ἃ γὰρ σὺ βούλῃ, ταὔτʼ ἐμοί, μῆτερ, φίλα.
Ἰοκάστη
  1. καὶ δή σʼ ἐρωτῶ πρῶτον ὧν χρῄζω τυχεῖν,
  2. τί τὸ στέρεσθαι πατρίδος; ἦ κακὸν μέγα;
Πολυνείκης
  1. μέγιστον· ἔργῳ δʼ ἐστὶ μεῖζον ἢ λόγῳ.
Ἰοκάστη
  1. τίς ὁ τρόπος αὐτοῦ; τί φυγάσιν τὸ δυσχερές;
Πολυνείκης
  1. ἓν μὲν μέγιστον, οὐκ ἔχει παρρησίαν.
Ἰοκάστη
  1. δούλου τόδʼ εἶπας, μὴ λέγειν ἅ τις φρονεῖ.
Πολυνείκης
  1. τὰς τῶν κρατούντων ἀμαθίας φέρειν χρεών.
Ἰοκάστη
  1. καὶ τοῦτο λυπρόν, συνασοφεῖν τοῖς μὴ σοφοῖς.
Πολυνείκης
  1. ἀλλʼ ἐς τὸ κέρδος παρὰ φύσιν δουλευτέον.