The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- καὶ φιλότεκνόν πως πᾶν γυναικεῖον γένος.
- μῆτερ, φρονῶν εὖ κοὐ φρονῶν ἀφικόμην
- ἐχθροὺς ἐς ἄνδρας· ἀλλʼ ἀναγκαίως ἔχει
- πατρίδος ἐρᾶν ἅπαντας· ὃς δʼ ἄλλως λέγει,
- λόγοισι χαίρει τὸν δὲ νοῦν ἐκεῖσʼ ἔχει.
- οὕτω δʼ ἐτάρβουν ἐς φόβον τʼ ἀφικόμην,
- μή τις δόλος με πρὸς κασιγνήτου κτάνῃ,
- ὥστε ξιφήρη χεῖρʼ ἔχων διʼ ἄστεως
- κυκλῶν πρόσωπον ἦλθον. ἓν δέ μʼ ὠφελεῖ,
- σπονδαί τε καὶ σὴ πίστις, ἥ μʼ ἐσήγαγε
- τείχη πατρῷα· πολύδακρυς δʼ ἀφικόμην,
- χρόνιος ἰδὼν μέλαθρα καὶ βωμοὺς θεῶν
- γυμνάσιά θʼ οἷσιν ἐνετράφην Δίρκης θʼ ὕδωρ·
- ὧν οὐ δικαίως ἀπελαθεὶς ξένην πόλιν
- ναίω, διʼ ὄσσων νᾶμʼ ἔχων δακρύρροον.
- ἀλλʼ ἐκ γὰρ ἄλγους ἄλγος αὖ σὲ δέρκομαι
- κάρα ξυρῆκες καὶ πέπλους μελαγχίμους
- ἔχουσαν, οἴμοι τῶν ἐμῶν ἐγὼ κακῶν.
- ὡς δεινὸν ἔχθρα, μῆτερ, οἰκείων φίλων
- καὶ δυσλύτους ἔχουσα τὰς διαλλαγάς.