The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- σκότια κρύπτεται.
- σὲ δʼ, ὦ τέκνον, καὶ γάμοισι δὴ
- κλύω ζυγέντα παιδοποιὸν ἁδονὰν
- ξένοισιν ἐν δόμοις ἔχειν
- ξένον τε κῆδος ἀμφέπειν,
- ἄλαστα ματρὶ τᾷδε Λα-
- ίῳ τε τῷ παλαιγενεῖ,
- γάμων ἐπακτὸν ἄταν.
- ἐγὼ δʼ οὔτε σοι πυρὸς ἀνῆψα φῶς
- νόμιμον ἐν γάμοις
- ὡς πρέπει ματέρι μακαρίᾳ·
- ἀνυμέναια δʼ Ἰσμηνὸς ἐκηδεύθη
- λουτροφόρου χλιδᾶς, ἀνὰ δὲ Θηβαίαν
- πόλιν ἐσιγάθη σᾶς ἔσοδοι νύμφας.
- ὄλοιτο, τάδʼ εἴτε σίδαρος
- εἴτʼ ἔρις εἴτε πατὴρ ὁ σὸς αἴτιος,
- εἴτε τὸ δαιμόνιον κατεκώμασε
- δώμασιν Οἰδιπόδα·
- πρὸς ἐμὲ γὰρ κακῶν ἔμολε τῶνδʼ ἄχη.
- δεινὸν γυναιξὶν αἱ διʼ ὠδίνων γοναί,