The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- περιχορεύουσα τέρψιν παλαιᾶν λάβω
- χαρμονᾶν; ἰὼ τέκος,
- ἔρημον πατρῷον ἔλιπες δόμον
- φυγὰς ἀποσταλεὶς ὁμαίμου λώβᾳ,
- ἦ ποθεινὸς φίλοις,
- ἦ ποθεινὸς Θήβαις.
- ὅθεν ἐμάν τε λευκόχροα κείρομαι
- δακρυόεσσʼ ἀνεῖσα πένθει κόμαν,
- ἄπεπλος φαρέων λευκῶν, ὦ τέκνον,
- δυσόρφναια δʼ ἀμφὶ τρύχη τάδε
- σκότιʼ ἀμείβομαι.
- ὁ δʼ ἐν δόμοισι πρέσβυς ὀμματοστερὴς
- ἀπήνας ὁμοπτέρου τᾶς ἀπο-
- ζυγείσας δόμων
- πόθον ἀμφιδάκρυτον ἀεὶ κατ-
- έχων ἀνῇξε μὲν ξίφους
- ἐπʼ αὐτόχειρά τε σφαγάν,
- ὑπὲρ τέραμνά τʼ ἀγχόνας,
- στενάζων ἀρὰς τέκνοις·
- σὺν ἀλαλαῖσι δʼ αἰὲν αἰαγμάτων