The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἰὼ ἰώ· πότνια, μόλε πρόδομος,
  2. ἀμπέτασον πύλας.
  3. κλύεις, ὦ τεκοῦσα τόνδε μᾶτερ;
  4. τί μέλλεις ὑπώροφα μέλαθρα περᾶν
  5. θιγεῖν τʼ ὠλέναισιν τέκνου;
Ἰοκάστη
  1. Φοίνισσαν βοὰν
  2. κλύουσʼ, ὦ νεάνιδες, γηραιὸν
  3. πόδʼ ἕλκω, τρομερὰν βάσιν· ἰὼ τέκνον,
  4. χρόνῳ σὸν ὄμμα μυρίαις τʼ ἐν ἁμέραις
  5. προσεῖδον· ἀμφίβαλλε μα-
  6. στὸν ὠλέναισι ματέρος,
  7. παρηίδων τʼ ὄρεγμα βο-
  8. στρύχων τε κυανόχρωτα χαί-
  9. τας πλόκαμον, δέραν σκιάζων ἁμάν.
  10. ἰὼ ἰώ, μόλις φανεὶς
  11. ἄελπτα κἀδόκητα ματρὸς ὠλέναις.
  12. τί φῶ σε; πῶς ἅπαντα
  13. καὶ χερσὶ καὶ λόγοισι
  14. πολυέλικτον ἁδονὰν
  15. ἐκεῖσε καὶ τὸ δεῦρο