The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- φέρʼ ἐς σκοτεινὰς περιβολὰς μεθῶ ξίφος
- καὶ τάσδʼ ἔρωμαι, τίνες ἐφεστᾶσιν δόμοις.
- ξέναι γυναῖκες, εἴπατʼ, ἐκ ποίας πάτρας
- Ἑλληνικοῖσι δώμασιν πελάζετε;
- Φοίνισσα μὲν γῆ πατρὶς ἡ θρέψασά με,
- Ἀγήνορος δὲ παῖδες ἐκ παίδων δορὸς
- Φοίβῳ μʼ ἔπεμψαν ἐνθάδʼ ἀκροθίνιον.
- μέλλων δὲ πέμπειν μʼ Οἰδίπου κλεινὸς γόνος
- μαντεῖα σεμνὰ Λοξίου τʼ ἐπʼ ἐσχάρας —
- ἐν τῷδʼ ἐπεστράτευσαν Ἀργεῖοι πόλιν.
- σὺ δʼ ἀντάμειψαί μʼ, ὅστις ὢν ἐλήλυθας
- ἑπτάστομον πύργωμα Θηβαίας χθονός.
- πατὴρ μὲν ἡμῖν Οἰδίπους ὁ Λαΐου,
- ἔτικτε δʼ Ἰοκάστη με, παῖς Μενοικέως·
- καλεῖ δὲ Πολυνείκη με Θηβαῖος λεώς.
- ὦ συγγένεια τῶν Ἀγήνορος τέκνων,
- ἐμῶν τυράννων, ὧν ἀπεστάλην ὕπο —
- γονυπετεῖς ἕδρας προσπίτνω σʼ, ἄναξ,
- τὸν οἴκοθεν νόμον σέβουσʼ —
- ἔβας ὢ χρόνῳ γᾶν πατρῴαν.