The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- Ἄργος ὦ Πελασγικόν,
- δειμαίνω τὰν σὰν ἀλκάν,
- καὶ τὸ θεόθεν· οὐ γὰρ ἄδικον
- εἰς ἀγῶνα τόνδʼ ἔνοπλος ὁρμᾷ παῖς
- ὃς μετέρχεται δόμους.
- τὰ μὲν πυλωρῶν κλῇθρά μʼ εἰσεδέξατο
- διʼ εὐπετείας τειχέων ἔσω μολεῖν.
- ὃ καὶ δέδοικα μή με δικτύων ἔσω
- λαβόντες οὐκ ἐκφρῶσʼ ἀναίμακτον χρόα.
- ὧν οὕνεκʼ ὄμμα πανταχῇ διοιστέον
- κἀκεῖσε καὶ τὸ δεῦρο, μὴ δόλος τις ᾖ.
- ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ
- τὰ πίστʼ ἐμαυτῷ τοῦ θράσους παρέξομαι.
- ὠή, τίς οὗτος; ἢ κτύπον φοβούμεθα;
- ἅπαντα γὰρ τολμῶσι δεινὰ φαίνεται,
- ὅταν διʼ ἐχθρᾶς ποὺς ἀμείβηται χθονός.
- πέποιθα μέντοι μητρί, κοὐ πέποιθʼ ἅμα,
- ἥτις μʼ ἔπεισε δεῦρʼ ὑπόσπονδον μολεῖν.
- ἀλλʼ ἐγγὺς ἀλκή· βώμιοι γὰρ ἐσχάραι
- πέλας πάρεισι, κοὐκ ἔρημα δώματα.