The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. [*](τὰ τοῦ δράματος πρόσωπαἸοκάστηΠαιδαγωγόςἈντιγόνηΧορός ἐκ ΦοινισσῶνΠολυνείκηςἘτεοκλῆςΚρέωνΤειρεσίαςΜενοικεύςἌγγελοςἝτερος ἌγγελοςΟἰδίπους)
    Ἰοκάστη
    1. ὦ τὴν ἐν ἄστροις οὐρανοῦ τέμνων ὁδὸν
    2. καὶ χρυσοκολλήτοισιν ἐμβεβὼς δίφροις
    3. Ἥλιε, θοαῖς ἵπποισιν εἱλίσσων φλόγα,
    4. ὡς δυστυχῆ Θήβαισι τῇ τόθʼ ἡμέρᾳ
    5. ἀκτῖνʼ ἐφῆκας, Κάδμος ἡνίκʼ ἦλθε γῆν
    6. τήνδʼ, ἐκλιπὼν Φοίνισσαν ἐναλίαν χθόνα·
    7. ὃς παῖδα γήμας Κύπριδος Ἁρμονίαν ποτὲ
    8. Πολύδωρον ἐξέφυσε, τοῦ δὲ Λάβδακον
    9. φῦναι λέγουσιν, ἐκ δὲ τοῦδε Λάιον.
    10. ἐγὼ δὲ παῖς μὲν κλῄζομαι Μενοικέως,
    11. — Κρέων τʼ ἀδελφὸς μητρὸς ἐκ μιᾶς ἔφυ —
    12. καλοῦσι δʼ Ἰοκάστην με· τοῦτο γὰρ πατὴρ
    13. ἔθετο. γαμεῖ δὲ Λάιός μʼ· ἐπεὶ δʼ ἄπαις
    14. ἦν χρόνια λέκτρα τἄμʼ ἔχων ἐν δώμασιν,
    15. ἐλθὼν ἐρωτᾷ Φοῖβον ἐξαιτεῖ θʼ ἅμα
    16. παίδων ἐς οἴκους ἀρσένων κοινωνίαν.
    17. ὃ δʼ εἶπεν· ὦ Θήβαισιν εὐίπποις ἄναξ,
    18. μὴ σπεῖρε τέκνων ἄλοκα δαιμόνων βίᾳ·
    19. εἰ γὰρ τεκνώσεις παῖδʼ, ἀποκτενεῖ σʼ ὁ φύς,