The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον.
Ἀντιγόνη
  1. ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;
Οἰδίπους
  1. ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ.
  2. ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί,
  3. ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.
Ἀντιγόνη
  1. ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν,
  2. πάτερ γεραιέ, πομπίμαν
  3. ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν.
Οἰδίπους
  1. ἰδοὺ ἰδού, πορεύομαι·
  2. τέκνον, σύ μοι ποδαγὸς ἀθλία γενοῦ.
Ἀντιγόνη
  1. γενόμεθα γενόμεθʼ, ἄθλιαί
  2. γε δῆτα Θηβαιᾶν μάλιστα παρθένων.