The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.
Ἀντιγόνη
  1. ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.
Οἰδίπους
  1. ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη.
Ἀντιγόνη
  1. οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά.
Οἰδίπους
  1. Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;
Ἀντιγόνη
  1. τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.
Οἰδίπους
  1. πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ.
Ἀντιγόνη
  1. ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.
Οἰδίπους
  1. ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός.
Ἀντιγόνη
  1. ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί.
Οἰδίπους
  1. νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.
Ἀντιγόνη
  1. ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;