The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. πόθι γεραιὸν ἴχνος τίθημι;
  2. βάκτρα πρόσφερʼ, ὦ τέκνον.
Ἀντιγόνη
  1. τᾷδε τᾷδε βᾶθί μοι,
  2. τᾷδε τᾷδε πόδα τιθείς,
  3. ὥστʼ ὄνειρον ἰσχύν.
Οἰδίπους
  1. ἰὼ ἰώ, δυστυχεστάτας φυγὰς
  2. ἐλαύνων τὸν γέροντά μʼ ἐκ πάτρας.
  3. ἰὼ ἰώ, δεινὰ δείνʼ ἐγὼ τλάς.
Ἀντιγόνη
  1. τί τλάς; τί τλάς; οὐχ ὁρᾷ Δίκα κακούς,
  2. οὐδʼ ἀμείβεται βροτῶν ἀσυνεσίας.
Οἰδίπους
  1. ὅδʼ εἰμὶ μοῦσαν ὃς ἐπὶ καλ-
  2. λίνικον οὐράνιον ἔβαν