The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἦ γὰρ γαμοῦμαι ζῶσα παιδὶ σῷ ποτε;
- πολλή σʼ ἀνάγκη· ποῖ γὰρ ἐκφεύξῃ λέχος;
- νὺξ ἆρʼ ἐκείνη Δαναΐδων μʼ ἕξει μίαν.
- εἶδες τὸ τόλμημʼ οἷον ἐξωνείδισεν;
- ἴστω σίδηρος ὅρκιόν τέ μοι ξίφος.
- τί δʼ ἐκπροθυμῇ τῶνδʼ ἀπηλλάχθαι γάμων;
- συμφεύξομαι τῷδʼ ἀθλιωτάτῳ πατρί.
- γενναιότης σοι, μωρία δʼ ἔνεστί τις.
- καὶ ξυνθανοῦμαί γʼ, ὡς μάθῃς περαιτέρω.
- ἴθʼ, οὐ φονεύσεις παῖδʼ ἐμόν, λίπε χθόνα.
- ὦ θύγατερ, αἰνῶ μέν σε τῆς προθυμίας.
- ἀλλʼ εἰ γαμοίμην, σὺ δὲ μόνος φεύγοις, πάτερ;
- μένʼ εὐτυχοῦσα, τἄμʼ ἐγὼ στέρξω κακά.
- καὶ τίς σε τυφλὸν ὄντα θεραπεύσει, πάτερ;
- πεσὼν ὅπου μοι μοῖρα κείσομαι πέδῳ.
- ὁ δʼ Οἰδίπους ποῦ καὶ τὰ κλείνʼ αἰνίγματα;
- ὄλωλʼ· ἓν ἦμάρ μʼ ὤλβισʼ, ἓν δʼ ἀπώλεσεν.
- οὔκουν μετασχεῖν κἀμὲ δεῖ τῶν σῶν κακῶν;
- αἰσχρὰ φυγὴ θυγατρὶ σὺν τυφλῷ πατρί.
- οὔ, σωφρονούσῃ γʼ, ἀλλὰ γενναία, πάτερ.