The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.
- καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.
- τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;
- ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται.
- ἐγώ σφε θάψω, κἂν ἀπεννέπῃ πόλις.
- σαυτὴν ἄρʼ ἐγγὺς τῷδε συνθάψεις νεκρῷ.
- ἀλλʼ εὐκλεές τοι δύο φίλω κεῖσθαι πέλας.
- λάζυσθε τήνδε κἀς δόμους κομίζετε.
- οὐ δῆτʼ, ἐπεὶ τοῦδʼ οὐ μεθήσομαι νεκροῦ.
- ἔκρινʼ ὁ δαίμων, παρθένʼ, οὐχ ἃ σοὶ δοκεῖ.
- κἀκεῖνο κέκριται, μὴ ἐφυβρίζεσθαι νεκρούς.
- ὡς οὔτις ἀμφὶ τῷδʼ ὑγρὰν θήσει κόνιν.
- ναὶ πρός σε τῆσδε μητρὸς Ἰοκάστης, Κρέον.
- μάταια μοχθεῖς· οὐ γὰρ ἂν τύχοις τάδε.
- σὺ δʼ ἀλλὰ νεκρῷ λουτρὰ περιβαλεῖν μʼ ἔα.
- ἓν τοῦτʼ ἂν εἴη τῶν ἀπορρήτων πόλει.
- ἀλλʼ ἀμφὶ τραύματʼ ἄγρια τελαμῶνας βαλεῖν.
- οὐκ ἔσθʼ ὅπως σὺ τόνδε τιμήσεις νέκυν.
- ὦ φίλτατʼ, ἀλλὰ στόμα γε σὸν προσπτύξομαι.
- οὐ μὴ ἐς γάμους σοὺς συμφορὰν κτήσῃ γόοις.