The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- προσάγαγέ νύν με, μητρὸς ὡς ψαύσω σέθεν.
- ἰδού, γεραιᾶς φιλτάτης ψαῦσον χερί.
- ὦ μῆτερ, ὦ ξυνάορʼ ἀθλιωτάτη.
- οἰκτρὰ πρόκειται, πάντʼ ἔχουσʼ ὁμοῦ κακά.
- Ἐτεοκλέους δὲ πτῶμα Πολυνείκους τε ποῦ;
- τώδʼ ἐκτάδην σοι κεῖσθον ἀλλήλοιν πέλας.
- πρόσθες τυφλὴν χεῖρʼ ἐπὶ πρόσωπα δυστυχῆ.
- ἰδού, θανόντων σῶν τέκνων ἅπτου χερί.
- ὦ φίλα πεσήματʼ ἄθλιʼ ἀθλίου πατρός.
- ὦ φίλτατον δῆτʼ ὄνομα Πολυνείκους ἐμοί.
- νῦν χρησμός, ὦ παῖ, Λοξίου περαίνεται.
- ὁ ποῖος; ἀλλʼ ἦ πρὸς κακοῖς ἐρεῖς κακά;
- ἐν ταῖς Ἀθήναις κατθανεῖν μʼ ἀλώμενον.
- ποῦ; τίς σε πύργος Ἀτθίδος προσδέξεται;
- ἱερὸς Κολωνός, δώμαθʼ ἱππίου θεοῦ.
- ἀλλʼ εἶα, τυφλῷ τῷδʼ ὑπηρέτει πατρί,
- ἐπεὶ προθυμῇ τῆσδε κοινοῦσθαι φυγῆς.
- ἴθʼ ἐς φυγὰν τάλαιναν· ὄρεγε χέρα φίλαν,
- πάτερ γεραιέ, πομπίμαν
- ἔχων ἔμʼ ὥστε ναυσίπομπον αὔραν.