The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
- ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.
- σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν
- κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
- καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν
- μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
- ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς.
- ὥς σε στενάζω τῶν τεθνηκότων πλέον·
- οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ,
- ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
- ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον·
- τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός;
- τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;
- Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε.
- ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
- πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν;
- οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα.
- τί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;
- οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.
- εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.