The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον
- ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην.
- εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ;
- τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
- ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι.
- ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι.
- ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον;
- πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον;
- ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
- οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ
- κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς
- οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.
- σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,
- ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα.
- νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν
- ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν
- πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν
- ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός.
- κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·
- ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ