The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἢ γῇ καλύπτων, θάνατον ἀνταλλάξεται.
  2. ἐᾶν δʼ ἄκλαυτον, ἄταφον, οἰωνοῖς βοράν.
  3. σὺ δʼ ἐκλιποῦσα τριπτύχους θρήνους νεκρῶν
  4. κόμιζε σαυτήν, Ἀντιγόνη, δόμων ἔσω
  5. καὶ παρθενεύου τὴν ἰοῦσαν ἡμέραν
  6. μένουσʼ, ἐν ᾗ σε λέκτρον Αἵμονος μένει.
Ἀντιγόνη
  1. ὦ πάτερ, ἐν οἵοις κείμεθʼ ἄθλιοι κακοῖς.
  2. ὥς σε στενάζω τῶν τεθνηκότων πλέον·
  3. οὐ γὰρ τὸ μέν σοι βαρὺ κακῶν, τὸ δʼ οὐ βαρύ,
  4. ἀλλʼ εἰς ἅπαντα δυστυχὴς ἔφυς, πάτερ.
  5. ἀτὰρ σʼ ἐρωτῶ τὸν νεωστὶ κοίρανον·
  6. τί τόνδʼ ὑβρίζεις πατέρʼ ἀποστέλλων χθονός;