The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἀποκτενεῖς γάρ, εἴ με γῆς ἔξω βαλεῖς.
  2. οὐ μὴν ἑλίξας γʼ ἀμφὶ σὸν χεῖρας γόνυ
  3. κακὸς φανοῦμαι· τὸ γὰρ ἐμόν ποτʼ εὐγενὲς
  4. οὐκ ἂν προδοίην, οὐδέ περ πράσσων κακῶς.
Κρέων
  1. σοί τʼ εὖ λέλεκται γόνατα μὴ χρῴζειν ἐμά,
  2. ἐγὼ δὲ ναίειν σʼ οὐκ ἐάσαιμʼ ἂν χθόνα.
  3. νεκρῶν δὲ τῶνδε τὸν μὲν ἐς δόμους χρεὼν
  4. ἤδη κομίζειν, τόνδε δʼ, ὃς πέρσων πόλιν
  5. πατρίδα σὺν ἄλλοις ἦλθε, Πολυνείκους νέκυν
  6. ἐκβάλετʼ ἄθαπτον τῆσδʼ ὅρων ἔξω χθονός.
  7. κηρύξεται δὲ πᾶσι Καδμείοις τάδε·
  8. ὃς ἂν νεκρὸν τόνδʼ ἢ καταστέφων ἁλῷ