The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. τί θεσμοποιεῖς ἐπὶ ταλαιπώρῳ νεκρῷ;
Κρέων
  1. Ἐτεοκλέους βουλεύματʼ, οὐχ ἡμῶν, τάδε.
Ἀντιγόνη
  1. ἄφρονά γε, καὶ σὺ μῶρος ὃς ἐπίθου τάδε.
Κρέων
  1. πῶς; τἀντεταλμένʼ οὐ δίκαιον ἐκπονεῖν;
Ἀντιγόνη
  1. οὔκ, ἢν πονηρά γʼ ᾖ κακῶς τʼ εἰρημένα.
Κρέων
  1. τί δʼ; οὐ δικαίως ὅδε κυσὶν δοθήσεται;
Ἀντιγόνη
  1. οὐκ ἔννομον γὰρ τὴν δίκην πράσσεσθέ νιν.
Κρέων
  1. εἴπερ γε πόλεως ἐχθρὸς ἦν οὐκ ἐχθρὸς ὤν.
Ἀντιγόνη
  1. οὐκοῦν ἔδωκε τῇ τύχῃ τὸν δαίμονα.
Κρέων
  1. καὶ τῷ τάφῳ νυν τὴν δίκην παρασχέτω.
Ἀντιγόνη
  1. τί πλημμελήσας, τὸ μέρος εἰ μετῆλθε γῆς;
Κρέων
  1. ἄταφος ὅδʼ ἁνήρ, ὡς μάθῃς, γενήσεται.