The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,
- παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,
- ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
- οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ
- ὥστʼ εἰς ἔμʼ ὄμματʼ ἔς τʼ ἐμῶν παίδων βίον
- ἄνευ θεῶν του ταῦτʼ ἐμηχανησάμην.
- εἶἑν· τί δράσω δῆθʼ ὁ δυσδαίμων ἐγώ;
- τίς ἡγεμών μοι ποδὸς ὁμαρτήσει τυφλοῦ;
- ἥδʼ ἡ θανοῦσα; ζῶσά γʼ ἂν σάφʼ οἶδʼ ὅτι.
- ἀλλʼ εὔτεκνος ξυνωρίς; ἀλλʼ οὐκ ἔστι μοι.
- ἀλλʼ ἔτι νεάζων αὐτὸς εὕροιμʼ ἂν βίον;
- πόθεν; τί μʼ ἄρδην ὧδʼ ἀποκτείνεις, Κρέον;