The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.
- ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον
- καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·
- ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,
- ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν
- φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ.
- ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ
- κτείνει με νομίσας πολέμιον πεφυκέναι·
- χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με
- μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·
- οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν
- ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,
- ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ ---
- --- δουλεῦσαί τέ μοι
- δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
- κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ
- ἐς μητρὸς ἦλθον τῆς ταλαιπώρου λέχος,
- παῖδάς τʼ ἀδελφοὺς ἔτεκον, οὓς ἀπώλεσα,
- ἀρὰς παραλαβὼν Λαΐου καὶ παισὶ δούς.
- οὐ γὰρ τοσοῦτον ἀσύνετος πέφυκʼ ἐγὼ