The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄγονον Ἀπόλλων Λαΐῳ μʼ ἐθέσπισεν
  2. φονέα γενέσθαι πατρός· ὦ τάλας ἐγώ.
  3. ἐπεὶ δʼ ἐγενόμην, αὖθις ὁ σπείρας πατὴρ
  4. κτείνει με νομίσας πολέμιον πεφυκέναι·
  5. χρῆν γὰρ θανεῖν νιν ἐξ ἐμοῦ· πέμπει δέ με
  6. μαστὸν ποθοῦντα θηρσὶν ἄθλιον βοράν·
  7. οὗ σῳζόμεσθα — Ταρτάρου γὰρ ὤφελεν
  8. ἐλθεῖν Κιθαιρὼν εἰς ἄβυσσα χάσματα,
  9. ὅς μʼ οὐ διώλεσʼ, ἀλλὰ ---
  10. --- δουλεῦσαί τέ μοι
  11. δαίμων ἔδωκε Πόλυβον ἀμφὶ δεσπότην.
  12. κτανὼν δʼ ἐμαυτοῦ πατέρʼ ὁ δυσδαίμων ἐγὼ