The Phoenician Women

Euripides

Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)

  1. ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
  2. Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
  3. Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
  4. οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·
  5. σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε
  6. σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
  7. ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω
  8. οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας
  9. τοὺς σοὺς δεδοικὼς μή τι γῆ πάθῃ κακόν.
Οἰδίπους
  1. ὦ μοῖρʼ, ἀπʼ ἀρχῆς ὥς μʼ ἔφυσας ἄθλιον
  2. καὶ τλήμονʼ, εἴ τις ἄλλος ἀνθρώπων ἔφυ·
  3. ὃν καὶ πρὶν ἐς φῶς μητρὸς ἐκ γονῆς μολεῖν,