The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- μαρναμένους ἐπὶ τραύμασιν, αἵματος
- ἤδη ψυχρὰν λοιβὰν φονίαν,
- ἃν ἔλαχʼ Ἅιδας, ὤπασε δʼ Ἄρης·
- χαλκόκροτον δὲ λαβοῦσα νεκρῶν πάρα φάσγανον εἴσω
- σαρκὸς ἔβαψεν, ἄχει δὲ τέκνων ἔπεσʼ ἀμφὶ τέκνοισι.
- πάντα δʼ ἐν ἄματι τῷδε συνάγαγεν,
- ὦ πάτερ, ἁμετέροισι δόμοισιν ἄχη θεὸς ὃς
- τάδε τελευτᾷ.
- πολλῶν κακῶν κατῆρξεν Οἰδίπου δόμοις
- τόδʼ ἦμαρ· εἴη δʼ εὐτυχέστερος βίος.
- οἴκτων μὲν ἤδη λήγεθʼ, ὡς ὥρα τάφου
- μνήμην τίθεσθαι· τόνδε δʼ, Οἰδίπου, λόγον
- ἄκουσον· ἀρχὰς τῆσδε γῆς ἔδωκέ μοι
- Ἐτεοκλέης παῖς σός, γάμων φερνὰς διδοὺς
- Αἵμονι κόρης τε λέκτρον Ἀντιγόνης σέθεν.
- οὐκ οὖν σʼ ἐάσω τήνδε γῆν οἰκεῖν ἔτι·
- σαφῶς γὰρ εἶπε Τειρεσίας οὐ μή ποτε
- σοῦ τήνδε γῆν οἰκοῦντος εὖ πράξειν πόλιν.
- ἀλλʼ ἐκκομίζου. καὶ τάδʼ οὐχ ὕβρει λέγω
- οὐδʼ ἐχθρὸς ὢν σός, διὰ δὲ τοὺς ἀλάστορας