The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ἐκεῖνος ἑπτὰ παρθένων τάφου πέλας
- Νιόβης Ἀδράστῳ πλησίον παραστατεῖ.
- ὁρᾷς;
- ὁρῶ δῆτʼ οὐ σαφῶς, ὁρῶ δέ πως
- μορφῆς τύπωμα στέρνα τʼ ἐξῃκασμένα.
- ἀνεμώκεος εἴθε δρόμον νεφέλας ποσὶν ἐξανύσαιμι
- διʼ αἰθέρος
- πρὸς ἐμὸν ὁμογενέτορα, περὶ δʼ ὠλένας
- δέρᾳ φιλτάτᾳ βάλοιμʼ ἐν χρόνῳ
- φυγάδα μέλεον. ὡς
- ὅπλοισι χρυσέοισιν ἐκπρεπής, γέρον,
- ἑῴοις ὅμοια φλεγέθων βολαῖς ἀελίου.
- ἥξει δόμους τούσδʼ, ὥστε σʼ ἐμπλῆσαι χαρᾶς,
- ἔνσπονδος.
- οὗτος δʼ, ὦ γεραιέ, τίς κυρεῖ,
- ὃς ἅρμα λευκὸν ἡνιοστροφεῖ βεβώς;
- ὁ μάντις Ἀμφιάραος, ὦ δέσποινʼ, ὅδε·
- σφάγια δʼ ἅμʼ αὐτῷ, γῆς φιλαίματοι ῥοαί.
- ὦ λιπαροζώνου θύγατερ Ἀελίου
- Σελαναία, χρυσεόκυκλον φέγγος,