The Phoenician Women
Euripides
Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- ὡς ἀτρεμαῖα κέντρα καὶ σώφρονα
- πώλοις μεταφέρων ἰθύνει.
- ποῦ δʼ ὃς τὰ δεινὰ τῇδʼ ἐφυβρίζει πόλει;
- Καπανεύς; ἐκεῖνος προσβάσεις τεκμαίρεται
- πύργων ἄνω τε καὶ κάτω τείχη μετρῶν.
- ἰώ,
- Νέμεσι καὶ Διὸς βαρύβρομοι βρονταί,
- κεραυνῶν τε φῶς αἰθαλόεν, σύ τοι
- μεγαλαγορίαν ὑπεράνορα κοιμίζεις·
- ὅδʼ ἐστίν, αἰχμαλώτιδας
- ὃς δορὶ Θηβαίας Μυκηνηΐσιν
- Λερναίᾳ τε δώσειν τριαίνᾳ,
- Ποσειδανίοις Ἀμυμωνίοις
- ὕδασι δουλείαν περιβαλών —
- μήποτε μήποτε τάνδʼ, ὦ πότνια,
- χρυσεοβόστρυχον ὦ Διὸς ἔρνος
- Ἄρτεμι, δουλοσύναν τλαίην.
- ὦ τέκνον, ἔσβα δῶμα καὶ κατὰ στέγας
- ἐν παρθενῶσι μίμνε σοῖς, ἐπεὶ πόθου
- ἐς τέρψιν ἦλθες ὧν ἔχρῃζες εἰσιδεῖν.